# Fragmentum 111.9

Theognis, Fragmentum, 111.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/111.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/111.9

οἱ πέξας ἔχοντες. ἐπιβευλευμένον οὐδὲ στωμύλον οὐδὲ ταπεινόν. § 5: ἐπεὶ τοι καὶ τὸν Ὀδυσσέα εἰσήγαγε δριμὺν καὶ δόλιον ὡς ἐν τοῖς τότε, πολὺ δὲ ἀπέχοντα τῆς νῦν κακοηθείας, ὥστε τῷ ὄντι ἀρχαίων ἂν δόξαι παρὰ τοὺς νῦν ἀπλοῦς εἶναι βουλομένους καὶ μεγαλόφρονας. καὶ οὐδὲν γε ἀλλαττούσης τῆς Ἀθηνᾶς προσεδέδεθη πρὸς τὸ μὴ γνωσθῆναι ὅτις ἐστὶν ὑπὸ τοῦ Φιλοκτήτου, καθάπερ Ὅμηρος κάκεινω δὴ ἐπόμενος Εὐριπίδης ἐποίησεν· ὥστε τυχὸν ἂν τις ἐγκαλέσαι τῶν οὐ φιλοῦντων τὸν ἄνδρα, ὅτι οὐδὲν αὐτῷ ἐμέλησεν ὅπως πιθανὸς ἔσται ὁ Ὀδυσσεὺς οὐ γνωσκόμενος ὑπὸ τοῦ Φιλοκτήτου. § 6: καὶ μὴν ὁ χορὸς αὐτῷ παραιτήσεως, ὥσπερ ὁ τοῦ Εὐριπίδου, οὐδὲν ἐδέδετο. § 7: ἄμφω γὰρ ἐκ τῶν Ἀημιλίων ἐποίησεν τὸν χορόν· ἀλλ’ ὁ μὲν Εὐριπίδης εὐθὲς ἀπολογουμένους πεποίηκε περὶ τῆς πρότερον ἀμελείας, ὅτι δὴ τοσοῦτων ἐτῶν οὔτε προσέλθοιεν πρὸς τὸν Φιλοκτήτην οὔτε βοηθήσειαν οὐδὲν αὐτῷ· ὁ δ’ Αἰσχύλος ἀπλῶς εἰσήγαγε τὸν χορόν, ὅ τῷ παντὶ τραγικώτερον καὶ ἀπλουστότερον. § 9: οὐ τοίνυν οὐδ’ ἐκεῖνο δοκεῖ μοι δικαίως ἂν τις αἰτιάσασθαι, τὸ διηγεῖσθαι πρὸς τὸν χορὸν ὡς ἀγνοοῦντα τὰ περὶ τὴν ἀπόλειψιν τὴν τῶν Ἀχαιῶν καὶ τὰ καθόλου συμβαίνοντα αὐτῷ. οἱ γὰρ δυστυχοῦντες ἄνθρωποι πολλάκις εἴωθασι μεμνῆσθαι τῶν συμφορῶν —. καὶ μὴν ἡ ἀπάτη ἡ τοῦ Ὀδυσσέως πρὸς τὸν Φιλοκτήτην καὶ οἱ λόγοι δι’ ὧν προσεῖργετο αὐτόν, οὐ μόνον εὐσημονέστεροι καὶ ἥρως πρέποντες ἀλλ’ οὐκ Εὐρυβάτω ἢ Παταικίωνι, ἀλλ’ ὡς ἐμοὶ δοκοῦσι καὶ πιθανώτεροι. § 10: τί γὰρ ἔδει ποιηλῆς τέχνης καὶ ἐπιβουλῆς πρὸς ἄνδρα νοσοῦντα καὶ ταῦτα τοξότην, ᾧ εἰ τις μόνον ἐγγὺς παρέστη, ἄχειος ἢ ἄλλη αὐτοῦ ἐγερόνει; καὶ τὸ ἀπαγγέλλειν δὲ τὰς τῶν Ἀχαιῶν συμφοράς καὶ τὸν Ἀγαμέμνονα τεθνηκότα καὶ τὸν Ὀδυσσέα ἐπ’ αἰτίᾳ ὡς οἷόν τε αἰσχίστη καὶ καθόλου τὸ στράτευμα διεφθαρμένον, οὐ μόνον χρήσιμον ὥστε εὐφράναι τὸν Φιλοκτήτην καὶ προσδέξασθαι μᾶλλον τὴν τοῦ Ὀδυσσέως ὁμιλίαν, ἀλλ’ οὐδ’ ἀπίθανα τρόπον τινὰ διὰ τὸ μήκος τῆς στρατείας καὶ διὰ τὰ συμβεβηκότα οὐ πάλαι κατὰ τὴν ὁρμὴν τοῦ Ἀχιλλέως, ὅθ’ Ἐκτὼρ παρὰ σιμχρόν ἤλθεν ἐμπρήσαι τὸν ναύσταθμον. § 14: οὐ μόνον δὲ (Euripides) πεποίηκε τὸν Ὀδυσσέα παραγεγμένον, ἀλλὰ μετὰ τοῦ Λιομήδους, Ὁμηρικῶς καὶ τοῦτο. Accius in Philocteta quem maxime poetam secutus sit nescimus.

---

Theognis, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003462.
