# Fragmentum 178.5

Theognis, Fragmentum, 178.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/178.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/178.5

ἄστομος Hesych. 1 p. 306: ἄστομος· ὁ μὴ δυνάμενος λέγειν. Σοφοκλῆς Ἀχισίω. ΑΛΕΑΔΑΙ Cf. Fr. Vater die Alcaen des Sophokles (Berol. 1835), qui mythum fabulae recte agnovisse videtur. Alcidas VLixe p. 185: "Αλεω γὰρ τῷ Τεγέας βασιλεῖ ἀφικομένῳ εἰς Δελφοὺς ἐχόρηθη ὑπὸ τοῦ θεοῦ ὅτι αὐτῷ ἐκγονος ἐκ τῆς θυγατρὸς εἰ γένοιτο, ὑπὸ τούτου δεῖν τοὺς υἱοὺς αὐτοῦ ἀπολέσθαι. ἀκούσας δὲ ταῦτα ὁ "Αλεως — καθίστησι τὴν θυγατέρα ἱέρειαν τῆς Ἀθηνᾶς εἰπών, εἰ ποτε ἀνδρὶ συγγενήσεται, θανατώσειν αὐτήν. τύχης δὲ γενομένης ἀφικνεῖται Ἡρακλῆς στρατευόμενος ἐπ’ Ἀργέας εἰς Ἥλιν, καὶ αὐτὸν ξενίζει ὁ "Αλεως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς. ἰδὼν δὲ ὁ Ἡρακλῆς τὴν παῖδα ἐν τῷ νεῷ ὑπὸ μέθης συνέγετο. ἐπεὶ δὲ κύουσαν αὐτὴν ἤσθετο ὁ πατὴρ "Αλεως, μεταπέμπεται τὸν τοῦτον (Palamedis) πατέρα —, ἀφικο-μένου δὲ τοῦ Ναυπλίου δίδωσιν αὐτῷ τὴν παῖδα καταποντίσαι. ὁ δὲ παραλαβὼν ἤγεν αὐτήν· καὶ ὡς γίνονται ἐν τῷ Παρθενίῳ ὄρει, τίκτει Τήλεφον. ἀμελήσας δὲ ὧν ὁ "Αλεως αὐτῷ ἐπέστειλεν, ἄγων αὐτὴν ἀπέδοτο καὶ τὸ παιδίον ἐς Μυσίαν Τεύθραντι τῷ βασιλεῖ κτλ.

---

Theognis, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003462.
