# Fragmentum 178.9-181.2

Theognis, Fragmentum, 178.9 to 181.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/178.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/178.9

ἐνταῦθα μέντοι πάντα τᾶνθρώπων νοσεῖ, Stob. Flor. 9, 4: Σοφοκλέους (Εὐριπίδου Α) Ἀλεάδαι (ἀλαιάδαι Μ, ἀλωάδαι Λ). ᾿τοις — φάδιον.᾿ κοῦκ οἶδ᾿ ὅτι χρὴ πρὸς ταῦτα λέγειν, ὅταν οἱ τ᾿ ἀγαθοὶ πρὸς τῶν ἀγενῶν κατανικῶνται, ποία πόλις ἂν τὰδ᾿ ἔνερχοι; κακὸν τὸ κεῦθειν κοῦ πρὸς ἄνδρὸς εὐγενοῦς. καὶ γὰρ δικαία γλῶσσ᾿ ἔχει κράτος μέγα. ὦ παῖ, σιώπα· πόλλ᾿ ἔχει σιγὴ καλά. τί ταῦτα πολλῶν ῥημάτων ἐν᾿ ἔστι σοι; τὰ γὰρ περισσὰ πανταχοῦ λυπῆρ᾿ ἔπη. μὴ πάντ᾿ ἐρεύνα· πολλὰ καὶ λαθεῖν καλόν. δοκῶ μέν, οὐδεὶς· ἀλλ’ ὅρα μὴ χρεῖσσον ἢ A. οὐ δὴ νόθος τις γνησίοις ἴσον σθένει; B. ἅπαν τὸ χρηστὸν γνησίαν ἔχει φύσιν. τὰ χρήματ’ ἀνθρώποισιν εὑρίσκει φίλους, αὐθὶς δὲ τιμὰς, εἶτα τῆς ὑπερτάτης τυραννίδος θακοῦσιν ἀχρίστην ἕδραν. ἔπειτα δ’ οὐδεὶς ἔχθρὸς οὔτε φύεται πρὸς χρήμαθ’ οἳ τε φύντες ἀρνοῦνται στῦγειν. δεινὸς γὰρ ἔρπειν πλοῦτος ἐς τε τὰβατα καὶ πρὸς τὰ βατά, χώποθεν πένθης ἀνὴρ καὶ δυσσεβοῦντα τῶν ἐναντίων κρατεῖν μηδ’ ἐντυχῶν δύνατ’ ἂν ᾧν ἐρᾷ τυχεῖν. ἢ δοῦλον αὐτὸν ὄντα τῶν πέλας κλύειν. παῦσαι. καταρκεῖ τοῦδε κεκλήσθαι πατρός, εἴπερ πέφυκά γ’. εἰ δὲ μή, μειῶν βλάβη. τὸ τοι νομισθὲν τῆς ἀληθείας κρατεῖ. Stob. Flor. 76, 9: Σοφοκλῆς Ἀλεάδαις. ‘παῦσαι — κρατεῖ.’ v. 2 μειῶν SA, μειζον M, μειῶν Gesner. ὁ δ’ εἰ νόθος τις γνησίοις ἴσον σθένει· ἅπαν τὸ χρηστὸν γνησίαν ἔχει φύσιν. καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσάνυμον10 γλῶσση σοφὸν τίθησιν εὐμορφὸν τ᾽ ἰδεῖν. μόνη δὲ χαίρειν καὶ νοσεῖν ἐξουσία πάρεστιν αὐτῷ κάποκρύπτεσθαι κακά. νομὰς δέ τις κεροῦσσ᾿ ἀπ᾿ ὀρθίων πάγων

---

Theognis, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003462.
