# Fragmentum 439.2-442.5

Theognis, Fragmentum, 439.2 to 442.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/439.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/439.2

ἄχρηστος, εἰ μὴ κᾶρετὴν ἔχων τύχοι. ἄριστον ἀνδρὶ κτῆμα συμπαθὴς γυνή. Stob. Flor. 67, 13: Εὐριπίδου Ἀντιγόνῃ (sic MA, lemma om. S). ‘ξευχθεὶς γάμοισιν οὐκέτ’ ἔστ’ ἐλεύθερος. ἀλλ’ ἐν γ’ ἔχει τι χρηστόν· ἐν κήδει γὰρ ὧν ἐσθλῶ δέδοικε μηδὲν ἐξαμαρτάνειν’. Flor. 67, 14: Ἱπποθόωντος. ‘ἄριστον — γυνή’. lemmata transponenda esse indicat Stob. Flor. 68, 24: Ἱπποθόου. ‘ξευχθεὶς γάμοισιν οὐκέτ’ ἔστ’ ἐλεύθερος’. ἄκουσον· οὐ γὰρ οἱ κακῶς πεπραγότες σὺν ταῖς τύχαισι τοὺς λόγους ἀπώλεσαν. τὸ μῶρον αὐτῷ τοῦ πατρὸς νόσημ’ ἐνι· ἡ γὰρ δόκησις πατράσι παῖδας εἰκέναι· καὶ βωμὸς αὐτῆς ἔστ’ ἐν ἀνθρώπου φύσει. δεῖ τοῖσι πολλοῖς τὸν τύραννον ἀνδάνειν. Stob. Flor. 48, 4: Εὐριπίδου Ἀντιγόνης. δεῖ — ἀνδάνειν’. τοῖσι Gesner, τοῖς SMA. οὐτ’ εἰκὸς ἄρχειν οὔτε χρήν εἶναι νόμον τύραννον εἶναι· μωρία δὲ καὶ θέλειν ὅς τῶν ὁμοίων βούλεται κρατεῖν μόνος. τὰ πολλὰ ταύτῃ γίνεται τέκνων πέρι. ἡ γὰρ δοκεῖ σοι πατράσι παῖδας εἰκέναι; τὰ πολλὰ ταύτῃ· γίνεται δὲ κάμπαλιν. . . ἐπ’ ἄκραν ἥκομεν γραμμὴν κακῶν. οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος, τὸν δαίμον’ οὕτως ἥσσόν ἐστιν ἄθλιος. οἰκεῖος ἀνθρώποισι γίγνεσθαι φιλεῖ πόλεμος ἐν ἀστοῖς, ἥν διχοστατῇ πόλις. [μὴ οὖν ἐθέλε λυπεῖν σαντὸν ἐξειδὼς ὅτι πολλάκι τὸ λυποῦν ὕστερον χαρὰν ἄγει καὶ τὸ κακὸν ἀγαθὸν γίγνεται παραίτιον.] ὅστις δὲ πρὸς τὸ πίπτον εὐλόφως φέρει, θάνατος γὰρ ἀνθρώποισι νεικέων τέλος ἔχει· μαθεῖν δὲ πᾶσιν ἔστιν εὐμαρές. τίς γὰρ πειραίου σκόπελον οὐτάζων δορί δύναται δώσει; τίς δ’ ἀτιμάζων νέκυν, εἰ μηδὲν αἰσθάνουντο τῶν παθημάτων; ὦ παῖ Διόννης, ὦς ξφὺς μέγας θεός, Διόννσε, θνητοῖς τ’ οὐδαμῶς ὑποστατός. Οἴνωη σύγχορτα ναίω πεδία ταῖς τ' Ἑλευθεραῖς

---

Theognis, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003462.
