# Fragmentum 499.9-502.24

Theognis, Fragmentum, 499.9 to 502.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/499.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/499.9

λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν τὰ μητέρων δὲ δάκρυ' ὅταν πέμψη τέκνα, σώσει· τί τούτων οὐχὶ δεξασθαι καλόν; τὴν οὐκ ἐμὴν . . πλὴν φύσει δώσω κόρην θῦσαι πρὸ γαίας. εἰ γὰρ αἰρεθήσεται πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι; οὐκ οὖν ἅπαντα τοῦτ' ἐμοὶ σωθήσεται; ἄρξουσιν ἄλλοι, τήνδ' ἐγὼ σῶσω πόλιν. ἔκεινο δ' οὐ πλεῖστον ἐν κοινῷ μέρος, οὐκ ἐσθ' ἐκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ προγόνων παλαιὰ θέσμι' ὅστις ἐκβαλεῖ· οὐδ' ἀντ' ἐλαίας χρυσέας τε Γοργόνος πολλοὺς ἐθῆλυν' εἰς μάχην ὁρμωμένους. τρίαιναν ὀρθὴν σῖκασιν ἐν πόλεως βάθροις Εὐμολπος οὐδὲ Ὀρῆξ ἀναστέψει λεώς στεφάνοισι, Παλλὰς δ' οὐδαμοῦ τιμήσεται. χρῆσθ', ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν, σῴζεσθε, νικᾶτ'· ἀντὶ γὰρ ψυχῆς μιᾶς οὐκ ἐσθ' ὅπως οὐ τήνδ' ἐγὼ σῶσω πόλιν. ὦ πατρίς, εἴθε πάντες οἱ ναίουσί σε οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥαδίως οἴκοιμεν ἂν σε κούδεν ἂν πάσχοις κακόν. μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ ζῆν παῖδας εἵλοντ' ἢ παρήνεσαν κακά. καὶ μὴν θανόντες γ' ἐν μάχῃ πολλῶν μέτα τύμβον τε κοινὸν ἔλαχον εὐκλειάν τ' ἴσην· τῇμῇ δὲ παιδὶ στέφανος εἰς μιᾷ μόνῃ πόλεως θανούση τῆσδ' ὑπερδοθήσεται. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ' ὁμοσπόρῳ ἐγὼ δὲ τοὺς καλῶς τεθνηκότας πρῶτον φρένας μὲν ἱπίους ἔχειν χρεών· τῷ πλουσίῳ τε τῷ τε μὴ διδούς μέρος ἴσον σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου. δυοῖν παρόντοιν πραγμάτοιν πρὸς θάτερον γνώμην προσάπτων τὴν ἐναντίαν μέθες. ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἣν βούλῃ πολὺν χρόνον μελάθροισ ἐμμένειν· τὰ γὰρ κακῶς οἴκους ἐσελθόντ’ οὐκ ἔχει σωτηρίαν. ἔχειν δὲ πειρῶ· τοῦτο γὰρ τό τ’ εὐγενὲς ξὴν φημὶ μᾶλλον τοῦ βλέπειν τοὺς μὴ καλῶς. ἐν τῷ πένεσθαι δ’ ἐστὶν ἢ τ’ ἀδοξία, κἂν ἢ σοφὸς τις, ἢ τ’ ἀτιμία βίου. κέντησο· τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ τῇ σῇ πονηροὺς κλήθρουν εἰρέτω στέγης. ὁμιλίας δὲ τὰς γεραυτέρων φίλει, ἀκόλαστα δ’ ἤδη λαμπρὰ συγγελᾶν μόνον μῖσει· βραχεῖα τέφρως ἡδονῆς κακῆς.

---

Theognis, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003462.
