# Fragmentum 591.3-594.6

Theognis, Fragmentum, 591.3 to 594.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/591.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/591.3

ὅστις νέμει κάλλιστα τὴν αὐτοῦ φύσιν, οὕτος σοφὸς πέφυκε πρὸς τὸ συμφέρον. Stob. Flor. 3, 20: Εὐριπίδου Πολυείδω (sic M, πολυείδους A, eelogam om. S). ὅστις — συμφέρον. v. 1 τὴν αὐτοῦ φύσιν MA, τοῖς αὐτοῦ φίλοις Trinc. v. 2 πέφυκε πρὸς MA, πέφυκεν εἰς Trinc. οἱ τὰς τέχνας δ᾽ ἔχοντες ἀθλιώτεροι τῆς φανλότητος· καὶ γὰρ ἐν κοινῷ ψέγειν ἀπασὶ κεισθαι δυστυχὲς κοὐκ εὐτυχές. φεῦ φεῦ, τὸ γῆρας ὡς ἔχει πολλάς νόσους. τίς δ᾽ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται; μᾶτην γὰρ οἶκω σὸν τόδ’ ἐκβαίν’ τέλος . . . ἀνθρώπων δὲ μαίνονται φρένες, δαπάνας ὅταν θανοῦσι πέμψωσιν κενάς. πλουτεῖς, τὰ δ’ ἄλλα μὴ δόκει ξυνιέναι· ἐν τῷ γὰρ ὀλβῷ φανλότης ἐνεστὶ τις, πενία δὲ σοφίαν ἔλαχε διὰ τὸ συγγενές. οὐ γὰρ παρὰ κρατῆρα καὶ θοίνην μόνον ὅταν τις ὀρχω θάνατον ἐκφυγεῖν θέλῃ ἢ δεσμὸν ἢ βίατα πολέμιον κακά, ἢ παισὶν αὐθένταισι κοινωνῇ δόμων. ἥτ᾿ἀρα θνητῶν εἰσιν ἀσυνετάτεροι ἢ τάπεικὴ πρόσθεν ἠγοῦνται δίκης. τὰ χρήματ' ἀνθρώποισιν ἡδονὰς ἔχει, ἀλλ' ἐν κακοῖσι δύναμιν οὐ μικρὰν φέρει. βαρὸν τὸ φόρημ' οἷησις ἀνθρώπου κακοῦ. ὅταν κακὸς τις ἐν πόλει πρόσσῃ καλῶς, νοσεῖν τίθησι τὰς ἀμεινόνων φρένας, παράδειγμ' ἔχοντων τὴν κακῶν ἐξουσίαν. συγγνώμονάς τοι τοὺς θεοὺς εἶναι δόκει, διαβάλλω Erotianus Gloss. Hippocr. p. 62, 13: διεβλήθησαν — μέμνηται (sc. Εὐρ.) τῆς λέξεως καὶ ἐν Πολυείδῳ καὶ ἐν Ὀρέστῃ.

---

Theognis, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003462.
