# Fragmentum 646.2

Theognis, Fragmentum, 646.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/646.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/646.2

ΟΔ. Φοβοῦμαι μὴ ποτε μάτην κατ’ ἐμοῦ φανῶσι ταύτην οἱ σύμμαχοι τὴν δόξαν εἰληφότες ὡς ἀρίστου δὴ καὶ σοφωτάτου τῶν Ἑλλήνων. καίτοι ποία τις ἡ τοιαύτη σοφία καὶ φρόνησις, δι’ ἣν τις ἀναγκάζεται πλείω τῶν ἄλλων πονεῖν ὑπὲρ τῆς κοινῆς σωτηρίας καὶ νίκης, ἔχον ἕνα τοῦ πλήθους δοκοῦντα μηδενὸς ἧττον ἐν τούτοις ἔχειν τῶν ἀρίστων; ἀλλὰ γὰρ ἴσως χαλεπὸν εὑρεῖν οὕτω μεγαλόφρον καὶ φιλότιμον ὅτι οὐν ὡς ἄνὴρ πέφυκεν. τοὺς γὰρ φανερὸὺς καὶ πλείονων ἐπτεσθαι τολμῶντας σχεδὸν τούτους ἅπαντας θαυμάζομεν καὶ τῷ ὄντι ἄνδρας ἡγοῦμεθα. 2. ὅφ’ ἧς φιλοτιμίας κάγω προάγομαι πλεῖστα πράγματα ἔχειν καὶ ξὴν ἐπιπλῶν παρ’ ὅντιν’ οὖν, ἀεὶ τινα προσδεχόμενος καινὸν κίνδυνον, ὅκνῶν διαφθεῖραι τὴν ἐπὶ τοῖς ἐμπροσθε γενοῦσιν εὐκλείαν. νῦν οὖν κατὰ πρᾶξιν πάνυ ἐπισφαλῆ καὶ χαλεπὴν δεῦρο ἐλήλυθα εἰς Λῆμνον, ὅπως Φιλοκτήτην καὶ τὰ Ἡρακλέους τόξα κομίζοιμ τοῖς συμμάχοις. ὁ γὰρ δὴ μαντικώτατος Φρυγῶν Ἕλενος ὁ Πριάμου κατεμήνυσεν, ὅτε ἐτυχεν αἰχμάλωτος ληφθεὶς, ἄνευ τούτων μήποτ’ ἂν ἁλῶναι τὴν πόλιν. 3. πρὸς μὲν δὴ τοὺς βασιλέας οὐχ ὁμολόγησα τὴν πρᾶξιν, ἐπιστάμενος τὴν τοῦ ἀνδρὸς ἔχθραν, ᾧ γε αὐτὸς αἴτιος ἐγενόμην καταλειφθῆναι, ὅτε δηχθεὶς ἐτυχεν ὑπὸ χαλεπῆς καὶ ἀνιάτου ἐχίδνης. οὐκ ἂν οὖν ὤμην οὐδὲ πειθῶ τοιαύτην ἐξευρεῖν, ὅφ’ ἧς ἂν ποτε ἐκεῖνος ἐμοὶ πρᾶως ἔσχεν, ἀλλ’ εὐθὺς ἀποθανεῖσθαι ὤμην ὑπ’ αὐτοῦ. ὕστερον δὲ τῆς Ἀθηνᾶς μοι παρακελευσαμένης καθ’ ὕπνους, ὥσπερ εἴωθε, θαρροῦντα ἐπὶ τὸν ἄνδρα ἔκειν· αὕτὴ γὰρ ἀλλάξειν μου τὸ εἶδος καὶ τὴν φωνήν, ὥστε λαθεῖν αὐτῷ συγγενόμενον· οὕτω δὴ ἀφίγμαι θαρρήσας. 4. πυθάνομαι δὲ καὶ παρὰ τῶν Φρυγῶν πρέσβεις ἀπεσταλθαι κρύφα, ἐὰν πῶς δύνωνται τὸν Φιλοκτήτην πείσαντες δώροις ἔμα καὶ διὰ τὴν ἔχθραν τὴν πρὸς ἡμᾶς ἀναλαβεῖν εἰς τὴν πόλιν αὐτὸν καὶ τὰ τόξα. τοιούτου προκειμένου ἄθλου πῶς οὐ πάντα χρὴ ἄνδρα γίγνεσθαι πρόθυμον; ὡς διαμαρτόντι τῆς πράξεως ταύτης πάντα τὰ πρότερον εἰργασμένα μάτην πεπονθῆναι δοκεῖν. 5. παπαῖ· πρόσεισιν ὁ ἄνθρω. αὐτὸς ὧδε ὁ Ποίαντος παῖς, οὐκ ἄδηλος τῆς συμφορᾶς,

---

Theognis, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003462.
