# Fragmentum 647.1.51-73

Theognis, Fragmentum, 647.1.51 to 647.1.73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-2/fragmentum/647.1.51
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-2/fragmentum/647.1.51

ΦΙΛ. πότερον ἐκ τοῦ φανεροῦ μάχῃ κρατήσας ἢ μετὰ δόλου τινός; ΟΔ. προδοσίαν ἐπενεγκόν τοῦ στρατοῦ τοῖς Πριαμίδαις. ΦΙΛ. ἢν δὲ κατ’ ἀλήθειαν οὕτως ἔχον, ἢ πέπονθε κατεψευσμένος; ΟΔ. πῶς δ’ ἂν δικαίως γένοιτο τῶν ὑπ’ ἐκείνου γιγνομένων ὅτι οὖν; 9. ΦΙΛ. ὦ μηδενὸς ἀποσχόμενος τῶν χαλεπωτάτων, λόγῳ τε καὶ ἔργῳ πανουργότατε ἀνθρώπων Ὀδυσσεῦ, οἷον αὐ τοῦτον ἄνδρα ἀνήρηκας, ὃς οὐδὲν ἧττον ὠφέλιμος ἦν τοῖς συμμάχοις ἢπερ οἶμαι σὺ τὰ κάλλιστα καὶ σοφώτατα ἀνευρίσκων καὶ συντιθεῖς· ὥσπερ ἀμέλει κἀμὲ ἐξέθηκας ὑπὲρ τῆς κοινῆς σωτηρίας τε καὶ νίκης περιπεσόντα τῇδε τῇ συμφορᾷ, δεικνύντα τὸν Χρύσης βωμόν, οὐ θύσαντες κρατήσειν ἐμελλον τῶν πολεμίων· εἰ δὲ μή, μάτην ἐγίγνετο ἡ στρατεία. ἀλλὰ τί δὴ σοὶ προσήκον τῆς Παλαμήδους τύχης; 10. ΟΔ. εὖ ἴσθι ὅτι ἐπὶ πάντας τοὺς ἐκεῖνου φίλους ἦλθε τὸ κακὸν καὶ πάντες ἀπολώλασιν ὡστε μὴ φυγεῖν ἡδυνηθῆ. οὔτω δὴ καλῶ τῆς παροιχομένης νυκτὸς διαπλευδίας μόνος δεῦρο ἐσώθην. σχεδὸν μὲν οὖν ἐν ὧσῃ ἔγωγε χρεία καθέστηκας αὐτός· εἰ δ’ οὖν ἔχεις τινὰ μηχανήν, συμπορθμηθεὶς ἡμῖν περὶ τὸν οἴκαδε ἀπόπλουν ἡμᾶς τε εὖ πεποιηκὼς ἔσῃ καὶ ἅμα ἄγγελον ἀποπέμψεις πρὸς τοὺς σεαυτοῦ οἴκαδε τῶν σοὶ προσόντων κακῶν. 11. ΦΙΛ. ἀλλ’ ὦ δύστινε, πρὸς τοιοῦτον ἕτερον ἥκεις σύμμαχον, αὐτὸν τε ἄπορον καὶ

---

Theognis, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003462.
