# Elegiae 221.11-224.9

Theognis, Elegiae, 221.11 to 224.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/221.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/221.11

b ὕβριστήν, χαλεπῆς ἡρεμόνα στάσιος· 1082a ἄστοι μὲν γὰρ ἕασι σαόφρονες, ἡρεμόνες δέ b τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν. Οὕτω. χρή τόν γ’ ἐσθλὸν ἐπιστρέψαντα νόημα ἔμπεδον αἰὲν ἔχειν ἕς τέλος ἄνδρι φίλῳ. 1085 Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ· οὐ γὰρ ἐπίστη τοῦθ’ ἔρδειν, ὅ τι σοι μὴ καταθύμιον ἦ. Κάστωρ καὶ Πολύδευκες, οἱ ἐν Λακεδαίμονι δίη ναίετ’ ἐπ’ Εὐρώτα καλλιρρόῳ ποταμῷ, εἴ ποτε βουλεύσαιμι φίλῳ καιρόν, αὐτὸς ἔχοιμι· 1090 εἰ δέ τι κείνος ἐμοί, ὅς τόσον αὐτὸς ἔχοι. Ἄργαλέως μοι θυμὸς ἔχει περὶ σῆς φιλότητος· οὔτε γὰρ ἔχθαιρεῖν οὔτε φιλεῖν δύναμαι, γινώσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένῃται, ἔχθαιρειν, χαλεπὸν δ’ οὐκ ἐθέλοντα φιλεῖν. 1095 Σκέπτεο δὴ νῦν ἄλλον, ἐμοὶ γε μὲν οὐτὶς ἀνάγκη τοῦθ’ ἑρδειν· τῶν μοι πρόσθε χάριν τίθεσο. “Ἡδὴ καὶ πετοῦνυσιν ἐπαίρομαι ὥστε πετεινόν ἐκ λίμνης μεγάλης, ἄνδρα κακὸν προφυγών, βρόοχον ἀποροήσας· σὺ δ’ ἐμὴς φιλότητος ἀμαρτῶν 1100 ὕστερον ἡμετέρην γνώσῃ ἐπιφροσύνην. V. 1093. γινώσκων O, sed A γινωσκω, g γιγνώσκω, vulgo γιγνώ- οἱ νῦν ἄνδρες (A ὦ νεοἱ· οἱ νῦν ἄνδρες) ἐμοὶ γε (A ἐμοι γε, O ἐμοιγε) μ. οὐ. ἄν. τοῦθ’ ἑρδειν (A ταῦθ’ ἑρδειν, τ. μ. πρόσθε (O πρόὦ νέοι, οἱ νῦν ἄνδρες . . . σκέπτεο δὴ νῦν ἄλλον (ἐμοί . . . ἑρδειν) τῶν μου κτλ. Ahrens τοῦθ’ Ὀστις σοι βούλευσεν ἐμεῦ πέρι, καὶ σ’ ἐκέλευσεν οἴχεσθαι προλιπόνθ’ ἡμετέραν φίλην. Ἕρως καὶ Μάγνητα ἀπώλεσε καὶ Κολοφῶνα καὶ Σμύρνην. πάντως, Κύρνε, καὶ ὑμ’ ἀπολεῖ. 1105 Ἔς βάσανον δ’ ἐλθὼν παρατριβόμενός τε μολύβδῳ χρυσὸς ἀπεφθὸς ἔων καλὸς ἅπασιν ἔσῃ. Ὦ μοι ἔρῳ δειλός· καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς, τοῖς δὲ φίλοισι πόνος δεινὰ παθὼν γενόμεν. Κύρν’, οἱ πρόσθ’ ἀγαθοὶ νῦν αὖ κακοί, οἱ δὲ κακοὶ πρὶν 1110 νῦν ἀγαθοί· τίς κεν ταῦτ’ ἀνέχοιτ’ ἔσορῶν, τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας

---

Theognis Eleg., Elegiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003460.
