# Elegiae 227.12-230.20

Theognis, Elegiae, 227.12 to 230.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theognis-eleg/elegiae/227.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theognis-eleg/elegiae/227.12

ἕσθλὰ κακοῖς ἔργοις σύμβολα θηκάμενοι. Μὴ ποτε τὸν παρόντα μηδεὶς φίλον ἄλλον ἐρεῦνα, δειλῶν ἀνθρώπων ὧμασι πειθόμενος. Εἴη μοι πλουτεῦντι κακῶν ἀπάτερθε μεριμνέων ζῷειν ἀβλαβῶς, μηδὲν ἔχοντι κακόν. Οὐχ ἔραμαι πλουτεῖν οὐδ’ εὐχομαι, ἀλλὰ μοι εἴη ζῆν ἀπὸ τῶν ὀλίγων, μηδὲν ἔχοντι κακόν. (Πλοῦτος καὶ σοφία θνητοῖς ἀμαχότατον αἰεῖ· οὔτε γὰρ ἂν πλοῦτον θυμὸν ὑπερκορέσαις) ὡς δ’ αὐτὸς σοφίην ὁ σοφώτατος οὐκ ἀποφεύγει, ἀλλ’ ἔραται, θυμὸν δ’ οὐ δύναται τελέσαι. Οὐδένα θησαυρὸν καταθήσειν παισὶν ἄμεινον· αἰτοῦσιν δ’ ἀγαθοῖς ἀνδράσι, Κύρνε, δίδου. Οὐδένα θησαυρὸν παισὶν καταθήση ἄμεινω αἰδοῦς, ἥτ’ ἀγαθοῖς ἀνδράσι, Κύρν’, ἐπεται. Ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὐ̂ατα καὶ νόος ἀνδρῶν ἐν μέσῳ στήθῶν ἐν συνετοῖς φύεται. 1165 Τοῖς ἀγαθοῖς σύμμιγε, κακοῖσι δὲ μὴ ποθ’ ὁμάρτει, εἴτ’ ἂν ὁδοῦ στέλλῃ τέρματ’ ἐπ’ ἐμπορίην. οὐδένα θησαυρὸν καταθήσειν παισὶν ἀμεινον· αἰτοῦσιν δ’ ἀγαθοῖς ἀνδράσι, Κύρνε, δίδον. οὐδένα θησαυρὸν καταθήσεαι ἔνδον ἀμείνω αἰδοῦς, ἥν ἀγαθοῖς ἀνδράσι, Κύρνε, δίδως. Τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις, ἐσθλὰ δὲ ἔργα· τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη. Ἐκ καχεταιρείης κακὰ γίνεται· εὖ δὲ καὶ αὐτὸς γνῶση, ἐπεὶ μεγάλους ἠλίτες ἀθανάτους. Γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδούσιν ἄριστον· ἀνθρώποις γνώμῃ πείρατα παντὸς ἔχει. ὦ μάκαρ, ὅστις δὴ μιν ἔχει φρεσίν· ἢ πολλὸν κρείσσων ὕβριος οὐλομένης λευγαλέου τε χόρου ἔστι· κακὸν δὲ βροτοῖσι χόρος, τῶν οὔτι κάκιον· πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης. Εἰ κ’ εἷς ἔργων αἰσχρῶν ἀπαθὴς καὶ ἀεργός, Κύρνε, μεγίστην κεν πείραν ἔχοις ἀρετῆς. τέρματ’ ἐπεμπορίην, Obedghmn τέρματά τ’ ἐμπορίης ut vulgo, f τέρματά τ’ ἐμπαρίης, el τέρματ’ ἐμπορίης. — V. 1167. ἀπόκρισις, Her- werden ὑπόκρισις. — ἐσθλὰ δέ, O ἐσθλὰ δ’. — V. 1168. δειλὰ, el Bekker καχεταιρίης. — γίνεται AO, v. γίνεται. — δέ, τε m. — θες. — V. 1171. ἄριστον Bekker, vulgo ἀρίστην. — V. 1172. ἀνθρώποις verba distinxī θνητοῖσι διδούσιν ἄριστον ἀνθρώποις· γνώμῃ κτλ., sed ita moliri par est, velut γνώμην Κύρνε θεοὶ πάντων τὰ διδούσιν ἄρι-

---

Theognis Eleg., Elegiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003460.
