# Fragmenta 1

Theophanes Mytilenaeus, Fragmenta, Dfhg-Source dfhg3_THEOPHANES_MYTILENAEUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophanes-mytilenaeus/fragmenta/1

Ἐν δὲ τῷ Καινῷ φρουρίῳ καὶ γράμμασιν ἀπορρήτοις ὁ Πομπήιος ἐνέτυχε τοῦ Μιθριδάτου καὶ διῆλθεν οὐκ ἀηδῶς αὐτὰ πολλὴν ἔχοντα τοῦ ἤθους κατανόησιν. Ὑπομνήματα γὰρ ἦν, ἐξ ὧν ἐφωράθη φαρμάκοις ἄλλους τε πολλοὺς καὶ τὸν υἱὸν Ἀριαράθην ἀνῃρηκὼς καὶ τὸν Σαρδιανὸν Ἀλκαῖον, ὅτι παρευδοκίμησεν αὐτὸν ἵππους ἀγωνιστὰς ἐλαύνων. Ἦσαν δὲ ἀναγεγραμμέναι καὶ κρίσεις ἐνυπνίων, ὧν τὰ μὲν αὐτὸς ἑωράκει, τὰ δὲ ἔνιαι τῶν γυναικῶν, ἐπιστολαί τε Μονίμης πρὸς αὐτὸν ἀκόλαστοι καὶ πάλιν ἐκείνου πρὸς αὐτήν. Θεοφάνης δὲ καὶ Ῥουτιλίου λόγον εὑρεθῆναί φησι παροξυντικὸν ἐπὶ τὴν ἀναίρεσιν τῶν ἐν Ἀσίᾳ Ῥωμαίων· ὃ καλῶς εἰκάζουσιν οἱ πλεῖστοι κακοήθευμα τοῦ Θεοφάνους εἶναι, τάχα μὲν οὐδὲν αὐτῷ τὸν Ῥουτίλιον ἐοικότα μισοῦντος, εἰκὸς δὲ καὶ διὰ Πομπήιον, οὗ τὸν πατέρα παμπόνηρον ἀπέδειξεν ὁ Ῥουτίλιος ἐν ταῖς Ἱστορίαις.

---

THEOPHANES MYTILENAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1981.tlg003.local002/.
