# Fragmenta 2

Theophanes Mytilenaeus, Fragmenta, Dfhg-Source dfhg3_THEOPHANES_MYTILENAEUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophanes-mytilenaeus/fragmenta/2

Τοῦ δὲ Τανάΐδος τὼς μὲν ἐκβολὰς ἴσμεν (δύο δ ̓ εἰσὶν εἰς τὰ ἀρκτικώτατα μέρη τῆς Μαιώτιδος, ἑξήκοντα σταδίους ἀλλήλων διέχουσαι), τὸ δ ̓ ὑπὲρ τῶν ἐκβολῶν ὀλίγον τὸ γνώριμόν ἐστι, διὰ τὰ ψύχη καὶ τὰς ἀπορίας τῆς χώρας, ἇς οἲ μὲν αὐτόχθονες δυνάνται φέρειν, σαρξὶ καὶ γάλακτι τρεφόμενοι νομαδικῶς, οἱ δ ̓ ἀλλοεθνεῖς οὐκ ὑπομένουσιν. Ἄλλως δὲ οἱ Νομάδες δυσεπίμικτοι τοῖς ἄλλοις ὄντες καὶ πλήθει καὶ βίᾳ διαφέροντες ἀποκεκλείκασιν, εἰ καί τι πορεύσιμον τῆς χώρας ἐστὶν, ἢ εἴ τινας τετύχηκεν ἀνάπλους ἔχων ὁ ποταμός Ἀπὸ δὲ τῆς αἰτίας ταύτης οἱ μὲν ὑπέλαβον, τὰς πηγὰς ἔχειν αὐτὸν ἐν τοῖς Καυκασίοις ὄρεσι, πολὺς δ ̓ ἐνεχθέντα ἐπὶ τὰς ἄρκτους, εἶτ ̓ ἀναστρέψαντα ἐκβάλλειν ἐς τὴν Μαιῶτιν· τούτοις δὲ ὁμοδοξεῖ καὶ Θεοφάνης ὁ Μυτιληναῖος.

---

THEOPHANES MYTILENAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1981.tlg003.local002/.
