# Ad Autolycum 1

Theophilus, Ad Autolycum, ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Α΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophilus-2/ad-autolycum/1

ΣΤΩΜΥΛΟΝ μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον. ὁ δὲ τῆς ἀληθείας ἐραστὴς οὐ προσέχει λόγοις μεμιασμένοις, ἀλλὰ ἐξετάζει τὸ ἔργον τοῦ λόγου, τί καὶ ὁποῖον ἐστίν. ἐπειδὴ οὐν, ὦ ἑταῖρε, κατέπληξάς με λόγοις κενοῖς καυχησάμενος ἐν τοῖς θεοῖς σου τοῖς λιθίνοις καὶ ξυλίνοις, ἐλατοῖς τε καὶ χωνευτοῖς καὶ πλαστοῖς καὶ γραπτοῖς· οἱ οὔτε βλέπουσιν, οὔτε ἀκούουσιν· εἰσὶ γὰρ εἴδωλα καὶ ἔργα χειρῶν ἀνθρώπων· ἔτι δὲ φῄς με καὶ Χριστιανὸν, ὡς κακὸν τοὔνομα φοροῦντα· ἐγὼ μὲν οὖν ὁμολογῶ εἶναι Χριστιανὸς, καὶ φορῶ τὸ θεοφιλὲς ὄνομα τοῦτο, ἐλπίζων εὔχρηστος εἶναι τῷ Θεῷ. οὐ γὰρ ὡς σὺ ὑπολαμβάνεις χαλεπὸν εἶναι τοὔνομα τοῦ Θεοῦ, οὕτως ἔχει. ἴσως δὲ ἔτι αὐτὸς σὺ ἄχρηστος ὢν τῷ Θεῷ, περὶ τοῦ Θεοῦ οὕτω φρονεῖς.

---

Theophilus, Ad Autolycum, ed. William Gilson Humphry. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1725.tlg001.local001/.
