# Ad Autolycum 2-3

Theophilus, Ad Autolycum, ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Γ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophilus-2/ad-autolycum/2-3

Ἐχρῆν γὰρ τοὺς συγγράφοντας αὐτοὺς αὐτόπτας γεγενῆσθαι περὶ ὧν διαβεβαιοῦνται, ἢ ἀκριβῶς μεμαθηκέναι ὑπὸ τῶν τεθεαμένων αὐτά. τρόπῳ γάρ τινι οἱ τὰ ἄδηλα συγγράφοντες ἀέρα δέρουσι. τί γὰρ ὠφέλησεν Ὅμηρον συγγράψαι τὸν Ἰλιακὸν πόλεμον, καὶ πολλοὺς ἐξαπατῆσαι· ἢ Ἡσίοδον ὁ κατάλογος τῆς θεογονίας τῶν παρ᾿ αὐτῷ θεῶν ὀνομαζομένων, ἢ Ὀρφέα οἱ τριακόσιοι ἑξήκοντα πέντε θεοὶ, οὓς αὐτὸς ἐπὶ τέλει τοῦ βίου ἀθετεῖ, ἐν ταῖς διαθήκαις αὐτοῦ λέγων ἕνα εἶναι θεόν; τί δὲ ὠφέλησεν Ἄρατον ἡ σφαιρογραφία τοῦ κοσμικοῦ κύκλου, ἢ τοὺς τὰ ὅμοια αὐτῷ εἰπόντας, πλὴν τῆς κατ᾿ ἄνθρωπον δόξης, ἧς οὐδὲ αὐτῆς κατ᾿ ἀξίαν ἔτυχον; τί δὲ καὶ ἀληθὲς εἰρήκασιν; ἢ τί ὠφέλησεν Εὐριπίδην, καὶ Σοφοκλέα, ἢ τοὺς λοιποὺς τραγῳδιογράφους αἱ τραγῳδίαι; ἢ Μένανδρον καὶ Ἀριστοφάνην καὶ τοὺς λοιποὺς κωμικοὺς αἱ κωμῳδίαι; ἢ Ἡρόδοτον καὶ Θουκυδίδην αἱ ἱστορίαι αὐτῶν; ἢ Πυθαγόραν τὰ ἄδυτα καὶ Ἡρακλέους στῆλαι; ἢ Διογένην ἡ Κυνικὴ φιλοσοφία; ἢ Ἐπίκουρον τὸ δογματίζειν μὴ εἶναι πρόνοιαν; ἢ Ἐμπεδοκλέα τὸ διδάσκειν ἀθεότητα; ἢ Σωκράτην τὸ ὀμνύειν τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον καὶ τὸν κεραυνωθέντα Ἀσκληπιὸν, καὶ τὰ δαιμόνια ἃ ἐπεκαλεῖτο; πρὸς τί δὲ καὶ ἑκὼν ἀπέθνησκε; τίνα καὶ ὁποῖον μισθὸν μετὰ θάνατον ἀπολαβεῖν ἐλπίζων; τί δὲ ὠφέλησε Πλάτωνα ἡ κατ᾿ αὐτὸν παιδεία; ἢ τοὺς λοιποὺς φιλοσόφους τὰ δόγματα αὐτῶν; ἵνα μὴ τὸν ἀριθμὸν αὐτῶν καταλέγω πολλῶν ὄντων. ταῦτα δέ φαμεν εἰς τὸ ἐπιδεῖξαι τὴν ἀνωφελῆ καὶ ἄθεον διάνοιαν αὐτῶν.

---

Theophilus, Ad Autolycum, ed. William Gilson Humphry. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1725.tlg001.local001/.
