# Ad Autolycum 8

Theophilus, Ad Autolycum, ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Α΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophilus-2/ad-autolycum/8

Ἀλλὰ ἀπιστεῖς νεκροὺς ἐγείρεσθαι. ὅτε ἔσται, τότε πιστεύσεις θέλων καὶ μὴ θέλων· καὶ ἡ πίστις σου εἰς ἀπιστίαν λογισθήσεται, ἐὰν μὴ νῦν πιστεύσῃς. πρὸς τί δὲ καὶ ἀπιστεῖς; ἢ οὐκ οἶδας ὅτι ἁπάντων πραγμάτων ἡ πίστις προηγεῖται; τίς γὰρ δύναται θερίσαι γεωργὸς, ἐὰν μὴ πρῶτον πιστεύσῃ τὸ σπέρμα τῇ γῇ· ἢ τίς δύναται διαπερᾶσαι τὴν θάλασσαν, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ πλοίῳ καὶ τῷ κυβερνήτῃ; τίς δὲ κάμνων δύναται θεραπευθῆναι, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ ἰατρῷ; ποίαν δὲ τέχνην ἢ ἐπιστήμην δύναταί τις μαθεῖν, ἐὰν μὴ πρῶτον ἐπιδῷ ἑαυτὸν καὶ πιστεύσῃ τῷ διδασκάλῳ; εἰ οὖν γεωργὸς πιστεύει τῇ γῇ, καὶ ὁ πλέων τῷ πλοίῳ, καὶ ὁ κάμνων τῷ ἰατρῷ, σὺ οὐ βούλει σεαυτὸν πιστεῦσαι τῷ Θεῷ, τοσούτους ἀῤῥαβῶνας ἔχων παρ᾿ αὐτοῦ; πρῶτον μὲν γὰρ ὅτι ἐποίησέ σε ἐξ οὐκ ὄντος εἰς τὸ εἶναι. εἰ γὰρ ὁ πατήρ σου οὐκ ἦν, οὐδὲ ἡ μητὴρ, πολὺ μᾶλλον οὐδὲ σὺ ἦς ποτε. καὶ ἔπλασέ σε ἐξ ὑγρᾶς οὐσίας μικρᾶς, καὶ ἐλαχίστης ῥανίδος, ἥτις οὐδὲ αὐτὴ ἦν ποτε. καὶ προήγαγέ σε ὁ Θεὸς εἰς τόνδε τὸν βίον. εἶτα πιστεύεις τὰ ὑπὸ ἀνθρώπων γινόμενα ἀγάλματα θεοὺς εἶναι, καὶ ἀρετὰς ποιεῖν, τῷ δὲ ποιήσαντί σε Θεῷ ἀπιστεῖς δύνασθαί σε καὶ μεταξὺ ποιῆσαι;

---

Theophilus, Ad Autolycum, ed. William Gilson Humphry. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1725.tlg001.local001/.
