Ancient Greek
Fragment 103
Theophrastus, Concerning Odours 103.1
Not analysed yet
Fr. 103 Συστομώτερον σκάφης τάσσεται ἐπὶ τῶν διὰ τὸ ἀγενὲς σιωπώντων. Θ. γὰρ ἐν τῷ περὶ νόμων εἰρῆσθαι ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνῃσιν ἐν ταῖς δημοτελέσι πομπαῖς σκάφας φέροντας πομπεύειν καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶσαι ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον· διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι συστομώτερον ποιήσειν ἀπειλεῖν σκάφης. (Photii Lexic. p. 558.)