Ancient Greek · ~2 min
Fragment 119
Theophrastus, Concerning Odours 119.1
Not analysed yet
Fr. 119 Θ. γοῦν ἐν τῷ περὶ μέθης φησί· "πυνθάνομαι δʼ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνῃσι τοῖς ὀρχησταῖς καλουμένοις· ὠρχοῦντο δʼ οὗτοι περὶ τὸν τοῦ Ἀπόλλωνος νεὼν τοῦ Δηλίου τῶν πρωτ. . . τες Ἀθηναίων καὶ κατεδύοντο ἱμάτια τῶν Θηραϊκῶν. Ὁ δὲ Ἀπόλλων οὗτός ἐστιν ᾧ τὰ θαργήλια ἄγουσιν. Καὶ διασώζεται Φυλῇσιν ἐν τῷ Δαφνηφορείῳ γραφὴ περὶ τούτων." (Athenae. 10, p. 424.)