Ancient Greek · ~2 min
Fragment 134
Theophrastus, Concerning Odours 134.1
Not analysed yet
Fr. 134 Εἰ θεοφράστῳ πιστεύομεν, ἀνδρὶ φιληκόῳ καὶ ἱστοο ρικῷ παρʼ ὁντινοῦν τῶν φιλοσόφων, εὑρεῖν μὲν ἦν τὰ δέοντα καὶ νοῆσαι πάντων ἱκανώτατος ὁ Ἀλκιβιάδης, ζητῶν δὲ μὴ μόνον ἃ δεῖ λέγειν ἀλλὰ καὶ ὡς δεῖ τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, οὐκ εὐπορῶν δὲ πολλάκις ἐσφάλλετο καὶ μεταξὺ λέγων ἀπεσιώπα καὶ διέλειπε, λέξεως διαφυγούσης αὐτὸν ἀναλαμβάνων καὶ διασκοπούμενος. (Plutarch Alcib. c. 10.)