Ancient Greek · ~1 min
Fragment 143
Theophrastus, Concerning Odours 143.1
Not analysed yet
Fr. 143 Νέῳ ἔτι ὄντι καὶ φιλοτίμῳ δοτέον ἀπὸ τῶν καλῶν ἔργων καὶ δόξῃ τι καλλωπίζεσθαι καὶ κομπάσαι· φυόμεναι γὰρ ἐν τοῖς τηλικούτοις αἱ ἀρεταὶ καὶ βλαστάνουσαι τό τε κατορθούμενον, ὥς φησι Θ. ,ἐπιβεβαιοῦνται τοῖς ἐπαίνοις καὶ τὸ λοιπὸν αὔξονται μετὰ φρονήματος ἐπαιρόμεναι. (Plut. Agid. c. 2.)