Ancient Greek
Fragment 154
Theophrastus, Concerning Odours 154.1
Not analysed yet
Fr. 154 Οὐ μὴν οὐδὲ μετʼ ὀργῆς πρακτέον τοῖς φρονίμοις οὐδέν· ἀλόγιστος γὰρ θυμὸς καὶ μετὰ προνοίας οὐδὲν ἄν ποτε ποιήσειεν ἀλλὰ μεθύων ταῖς φιλονεικίαις ὡς ἔτυχε χρῆται ταῖς ὁρμαῖς· ὥστε δεῖ μήτε ἐξ ὑπογυίου τῶν ἁμαρτημάτων τὰς τιμωρίας μήτε παρὰ τῶν οἰκετῶν μήτε παρὰ τῶν ἄλλων λαμβάνειν ἵνα τὸ τῷ λογισμῷ κράτιστον μὴ τὸ τῷ θυμῷ φίλον ἀεὶ πράτης· καὶ δίκην παρὰ τῶν ἐχθρῶν μὴ λαμβάνῃς ἐξ ἧς μέλλεις σαυτὸν μὴ αὐτοὺς ἐκείνους βλάψειν. Τὸ γὰρ τιμωρεῖσθαί τινα κακῶς ἑαυτὸν ποιοῦντα δίκην διδόναι οὐχ ἧττον ἢ λαμβάνειν ἐστίν. Ὥστε δεῖ σχολῇ μᾶλλον ἀμύνεσθαι ζητεῖν ἢ ταχέως καὶ ἀλυσιτελῶς ἑαυτῷ κολάσαι τὸν ἐχθρόν. (Stob. Serm. 19, p. 166.)