Ancient Greek
Fragment 163
Theophrastus, Concerning Odours 163.1
Not analysed yet
Fr. 163 Διὰ τί χειμῶνος μᾶλλον ἢ θέρους τὰ τῶν ἁλιέων σήπεται δίκτυα; καίτοι τά γε ἄλλα μᾶλλον τῷ θέρει τοῦτο πάσχει. Πότερον, ὡς Θ. οἴεται, τῷ ψυχρῷ τὸ θερμὸν ὑποχωροῦν ἀντπεριίσταται καὶ θερμότερα ποιεῖ τὰ ἐν βάθει τῆς θαλάσσης ὥσπερ τῆς γῆς· διὸ καὶ τὰ πηγαῖα τῶν ὑδάτων χλιαρώτερα τοῦ χειμῶνός εἰσι καὶ μᾶλλον ἀτμίζουσι αἱ λίμναι καὶ οἱ ποταμοί· κατακλείεται γὰρ εἰς βάθος ἡ θερμότης ὑπὸ τοῦ ψυχροῦ κρατήσαντος. (Plut. Quaest. nat. p. 915.)