Ancient Greek · ~2 min
Fragment 169
Theophrastus, Concerning Odours 169.1
Not analysed yet
Fr. 169 Φυτοῦ ἑτέρου κλάδος ἐπιφύεται πρέμνῳ πρυνσήκων οἱ μηδὲ ἒν πολλάκις· τὸ δὲ αἴτιον Θ. λέγει φυσικώτατα ἀνιχνεύσας, ὅτι τὰ ὀρνύφια τὴν ἄνθην τῶν δένδρων σιτούμενα εἶτα ἐπὶ τοῖς φυτοῖς καθήμενα τὰ περιττὰ ἀποκρίνει· οὐκοῦν τὸ σπέρμα ἐν ταῖς κοιλάσι καὶ ταῖς ὀπαῖς αὐτῶν καὶ ταῖς σαραγγώδεσιν ἐμπῖπτον καὶ ἐπαρδόμενον τοῖς ὄμβροις τοῖς ἐξ οὐρανοῦ εἶτα ἀναφύει ἐκεῖνο ἐξ ὧν ἐβλάστησεν, ἀναπείθει· οὕτω τοι καὶ ἐν ἐλαίᾳ συκῆν κατανοήσεις καὶ ἐν ἄλλῳ ἄλλο. (Aelian. Hist. anim. 9, c. 27.)