Ancient Greek
Fragment 171
Theophrastus, Concerning Odours 171.7
Not analysed yet
Οἱ δʼ ὀρυκτοὶ τῶν ἰχθύων -εἰσὶ γὰρ ἐνιαχοῦ καὶ τοιοῦτοι καθάπερ καὶ περὶ Ἡράκλειαν καὶ ἄλλοθι τῶν ἐν τῷ Πόντῳ -γίνονται μὲν καὶ παρὰ τοὺς ποταμοὺς καὶ τὰ ἔνυδρα χωράφια. Συμβαίνει δʼ ἀναξηραινομένων τούτων ἐγκαταλειπομένους κατὰ μικρὸν συστέλλεσθαι καὶ διώκοντας τὴν ὑγρότητα δύεσθαι κατὰ τῆς γῆς, εἶτα καταξηραινομένης διαμένειν, ἐν τῇ ἰκμάδι καθαπερανεὶ ταριχευομένους, ἐν τῇ γῇ, ὥσπερ τοὺς ἐν ταῖς φωλείαις διαρκοῦντας· ὅταν δʼ ἀνασκάπτωνται τότε κινεῖσθαι.