Ancient Greek · ~2 min
Fragment 171
Theophrastus, Concerning Odours 171.9
Not analysed yet
Ἔνια γὰρ οὐκ ἐκ ζώων ὥσπερ ἡ ἔγχελυς· δοκεῖ δʼ αὕτη γίνεσθαι καὶ ὁ καλούμενος κεντρίσκος ὥσπερ καὶ ἐν Ἡρακλείᾳ περὶ τὸν Λύκον ποταμόν· ἐγκαταλειφθέντα δʼ ἀπομορφοῦται καὶ διαμένει. Τὴν διαμονὴν δὲ οὐκ ἄτοπον εἶναι· τροφῆς γὰρ ὀλίγης δεῖται πολλὰ τῶν τοιούτων ὥσπερ καὶ οἱ ὄφεις καὶ τὰ φωλεύοντα. Συμβαίνει δὲ καὶ ταύτην ἱκανὴν ἔχειν ὠῶν τὴν πρώτην καὶ μετὰ ταῦτα τὴν ἐκ τῆς γῆς ἰκμάδα διαδιδομένην· οὐ μὴν μέγεθός γε τοιαῦτα λαμβάνειν οὔτʼ εἰκὸς οὔτε φασὶ διὰ τὸ μήτε χώραν ἔχειν μήτε τροφὴν δαψιλῆ· δεῖ δὲ ἄμφω ταῦτα πρὸς τὴν αὔξησιν·