# Concerning Odours 174.7

Theophrastus, Concerning Odours, Fragment 174. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/concerning-odours/174.7

Ὅτι καὶ αἱ μύες ἐν ταῖς ἀρούραις ἀθρόον γίνονται, καὶ ἐν τοῖς αὐχμοῖς μᾶλλον ἢ ἐν ταῖς ἐπομβρίαις· πολέμιον γὰρ αὐταῖς τὰ ὕδατα· πολύγονον δὲ τὸ ζῶον· ἀπόλλυται δὲ τῇ μὲν ἐμφανεῖ καὶ ἔξωθεν φθορᾷ διὰ πλῆθος ὑδάτων· τοῦτο γὰρ καὶ ἔξω χειμάζει καὶ εἰς τὰς μυωπίας παρεισρεῖ. Φθείρουσι δʼ αὐτοὺς καὶ αἱ ἄγριαι γαλαῖ. Ἔστι δέ τις αὐτῶν καὶ ἀφανὴς καὶ ἀθρόα φθορὰ καθάπερ τις ἐπισυμβαίνουσα λοιμώδης· τίκτεται γὰρ καὶ τούτων ἐν τῇ κεφαλῇ σκώληξ καὶ φθείρονται· ὃ καὶ οἱ ἔμπειροι ἐπισκοποῦντες, ἐπὰν ἴδωσι, τὴν φθορὰν αὐτῶν προνοοῦσι καὶ προαγγέλλουοσιν.

---

Theophrastus, Concerning Odours, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg010.local011/.
