Ancient Greek · ~1 min
Fragment 51
Theophrastus, Concerning Odours 51.1
Not analysed yet
Fr. 51 Καλῶς ὁ Πλάτων τὴν φυσιολογίαν εἰκοτολογίαν ἔλεγεν εἶναι, ᾧ καὶ Ἀριστοτέλης συμμαρτυρεῖ, τὴν κυρίως ἀπόδειξιν ἐξ ἀμέσων καὶ ἀξιοπίστων ἀρχῶν καὶ ἐκ τῶν κυρίως αἰτίων καὶ τῇ φύσει προτέρων εἶναι βουλόμενος. Ἀλλʼ οὐκ ἀτιμαστέον διὰ τοῦτο φυσιολογίαν, ἀλλʼ ἀρκεῖσθαι χρὴ τῷ κατὰ τὴν ἡμετέραν χρῆσιν καὶ δύναμιν ὡς καὶ Θεοφράστῳ δοκεῖ. (Simpl. in Arist. Phys. f. 5.)