Ancient Greek
Fragment 58
Theophrastus, Concerning Odours 58.1
Not analysed yet
Fr. 58 Ὁ γοῦν Θ. ἐν τῷ πρώτῳ τῶν Προτέρων Ἀναλυτικῶν λέγων περὶ τῶν ὑπὸ τοῦ ἀναγκαίου σημαινομένων οὕτως γράφει· "Τρίτον τὸ ὑπάρχον· ὅτε γὰρ ὑπάρχει τότε οὐχ οἷόν τε μὴ ὑπάρχειν. Ἴδιον δὲ τοῦ ἐνδεχομένου τὸ τὸ μὴ ὂν ὑποτίθεσθαι εἶναι, ἐπεὶ καὶ τὸ ἀναγκαῖον καὶ τὸ ὑπάρχον ἂν λάβῃ τις εἶναι, οὐκ ἀδύνατόν τι ἀκολουθήσει. Καὶ ἔσται ἐφαρμόζων ὁ λόγος καὶ τῷ ἀναγκαίῳ καὶ τῷ ὑπάρχοντι· διὸ ἴδιον τοῦ ἐνδεχομένου τὸ μὴ ὑπάρχον αὐτὸ ὡς ὑπάρχον ὑποτεθὲν μηδὲν ἀδύνατον ἔχειν ἑπόμενον." (Alex. in Arist. Anal. pr. f. 51.)