Ancient Greek · ~2 min
Fragment 63e
Theophrastus, Concerning Odours 63e.1
Not analysed yet
Fr. 63e Δόξουσι γὰρ οἱ διʼ ὅλων ὑποθετικοὶ, οὓς Θ. κατὰ ἀναλογίαν λέγει, οἷοί εἰσιν οἱ διὰ τριῶν λεγόμενοι, μηκέτι ὑποπίπτειν τῇ διὰ τῆς ἐκλογῆς δείξει. Λέγει δὲ αὐτοὺς ὁ Θ. κατὰ ἀναλογίαν, ἐπειδὴ αἵ τε προτάσεις ἀνάλογοι καὶ τὸ συμπέρασμα ταῖς προτάσεσιν· ἐν γὰρ αὐτοῖς ὁμοιότης ἐστίν. Ἢ οὐδὲ συλλογισμοὶ κυρίως καὶ ἁπλῶς ἐκεῖνοι, ἀλλὰ τὸ ὅλον τοῦτο, ἐξ ὑποθέσεως συλλογισμοί· οὐδὲν γὰρ εἶναι ἢ μὴ εἶναι δεικνύουσι. (Alex. in Arist. Anal. pr. p. 178b Bk.)