Ancient Greek
Fragment 67
Theophrastus, Concerning Odours 67.1
Not analysed yet
Fr. 67 Ὁ μὲν Ἀριστοτέλης . . τὸ αὐτό φησιν εἶναι τὸ καθʼ αὑτὸ καὶ τὸ ᾗ αὐτό· εἴ τι μὲν γὰρ ᾗ αὐτὸ, τοῦτο καὶ καθʼ αὑτό· οἱ δὲ περὶ τὸν Θεόφραστον διαφέρειν ταῦτα λέγουσι· καθολικώτερον γὰρ εἶναι τὸ καθʼ αὑτὸ τοῦ ᾗ αὐτό. Εἴ τι μὲν γὰρ ἧ αὐτὸ, τοῦτο καὶ καθʼ αὑτὸ, οὐκ εἴ τι δὲ καθʼ αὑτὸ, πάντως καὶ ἧ αὐτό. Τῷ γὰρ τριγώνῳ ᾗ τρίγωνόν ἐστιν ὑπάρχει τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ἀλλὰ καὶ καθʼ αὑτό· τῷ δὲ ἰσοσκελεῖ καθʼ αὑτὸ μὲν ὑπάρχει, οὐκέτι δὲ ἡ αὐτό. Οὐ γὰρ ᾗ ἰσοσκελὲς ὑπάρχει αὐτῷ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν. Εἰ γὰρ τοῦτο οὐκ ἂν τῷ ἰσοπλεύρῳ ἢ σκαληνῷ ὑπῆρχεν, ἐπεὶ μὴ ἰσοσκελῆ, ἀλλʼ ᾗ ἁπλῶς τρίγωνά ἐστιν. Ταῦτα μὲν οἱ περὶ Θεόφραστον. (Jo. Philop. in Arist. Anal. post. fol. 17.)