# Concerning Odours 67.1

Theophrastus, Concerning Odours, Fragment 67. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/concerning-odours/67.1

Fr. 67 Ὁ μὲν Ἀριστοτέλης .. τὸ αὐτό φησιν εἶναι τὸ καθʼ αὑτὸ καὶ τὸ ᾗ αὐτό· εἴ τι μὲν γὰρ ᾗ αὐτὸ, τοῦτο καὶ καθʼ αὑτό· οἱ δὲ περὶ τὸν Θεόφραστον διαφέρειν ταῦτα λέγουσι· καθολικώτερον γὰρ εἶναι τὸ καθʼ αὑτὸ τοῦ ᾗ αὐτό. Εἴ τι μὲν γὰρ ἧ αὐτὸ, τοῦτο καὶ καθʼ αὑτὸ, οὐκ εἴ τι δὲ καθʼ αὑτὸ, πάντως καὶ ἧ αὐτό. Τῷ γὰρ τριγώνῳ ᾗ τρίγωνόν ἐστιν ὑπάρχει τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ἀλλὰ καὶ καθʼ αὑτό· τῷ δὲ ἰσοσκελεῖ καθʼ αὑτὸ μὲν ὑπάρχει, οὐκέτι δὲ ἡ αὐτό. Οὐ γὰρ ᾗ ἰσοσκελὲς ὑπάρχει αὐτῷ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν. Εἰ γὰρ τοῦτο οὐκ ἂν τῷ ἰσοπλεύρῳ ἢ σκαληνῷ ὑπῆρχεν, ἐπεὶ μὴ ἰσοσκελῆ, ἀλλʼ ᾗ ἁπλῶς τρίγωνά ἐστιν. Ταῦτα μὲν οἱ περὶ Θεόφραστον. (Jo. Philop. in Arist. Anal. post. fol. 17.)

---

Theophrastus, Concerning Odours, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg010.local011/.
