Ancient Greek · ~2 min
Fragment 77
Theophrastus, Concerning Odours 77.1
Not analysed yet
Fr. 77 Φιλόσοφος ὁ Θ. ἐν τῇ συγκρίσει τῶν ἁμαρτημάτων ὡς ἄν τις κοινότερον τὰ τοιαῦτα συγκρίνειέ φησι βαρυτέρα εἶναι τὰ κατʼ ἐπιθυμίαν πλημμελούμενα τῶν κατὰ θυμόν· ὁ γὰρ θυμούμενος μετά τινος λύπης καὶ λεληθυίας συστολῆς φαίνεται τὸν λόγον ἀποστρεφόμενος, ὁ δὲ κατʼ ἐπιθυμίαν ἁμαρτάνων ὑφʼ ἡδονῆς ἡττώμενος ἀκολαστότερός πως φαίνεται καὶ θηλύτερος ἐν ταῖς ἁμαρτίαις. (M. Antonin. 2, p. 168 ed. Bas.)