Ancient Greek · ~2 min
Fragment 81
Theophrastus, Concerning Odours 81.1
Not analysed yet
Fr. 81 Οὐκ, εἰ δή που τοῦτο τῷ γένει τιμώτερον, ἤδη καὶ, ὁτιοῦν ἂν ᾖ μέρος τούτου, πρὸς τὸ τηλίκον θατέρου συγκρινόμενον, αἱρετὸν ἔσται. Λέγω δὲ οἷον, οὐ καὶ χρυσίον τιμιώτερον χαλκοῦ καὶ τηλίκον τοῦ χρυσίου πρὸς τὸ τηλίκον χαλκοῦ μέγεθος ἀντιπαραβαλλόμενον πλέον δόξει; ἀλλὰ ποιήσει τινὰ ῥοπὴν καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος. (A. Gell. N. A. 1, 3.)