Ancient Greek
Fragment 89
Theophrastus, Concerning Odours 89.10
Not analysed yet
Καὶ γὰρ δή γε εἰ καὶ πορρωτέρω ἐκινεῖτο οὐ διὰ τὸ πλείους κινεῖσθαι ἀριθμοὺς ὁ ὀξύτερος ἀλλὰ διὰ τὸ σχῆμα· ἐπειδὴ ὁ μὲν ὀξὺς ἦχος πρόσω μᾶλλον φέρεται καὶ ἄνω ὁ δὲ βαρὺς πέριξ κατʼ ἴσον μᾶλλον. Δῆλον δὲ καὶ ἐκ τῶν ὀργάνων· τὸ μὲν γὰρ ὑπόκερας καὶ τὸ σὺν τῷ χαλκώματι περιηχητικώτερα ἅτε τοῦ ἤχου ἴσου περὶ πᾶν γιγνομένου. Καὶ γὰρ εἴ τις ὀξὺν φθεγγόμενος φθόγγον ἅπτοιτο τῆς αὑτοῦ πλευρᾶς, ἔπειτα πάλιν βαρὺν, αἰσθάνοιτο ἂν μᾶλλον ἐπὶ τοῦ βαρέος φθόγγου τῇ χειρὶ τῆς περὶ τὴν πλευρὰν κινήσεως. Κἂν τοῦ ὀργάνου ἅπτηται τῆς χέλυος ἢ τοῦ κέρατος ἢ ἀγκῶνος ὁπότε τὴν λεπτὴν τύπτοι καὶ τὴν τοῦ βαρέος προετικὴν, πάλιν ἐπαίσθοιτο ἂν μᾶλλον τῆς περὶ τὸ κύτος κινήσεως ὁπότε τὴν τοῦ βαρυτέρου τύπτοι ἤχου προετικήν. Εἰς πᾶν γὰρ ὁ βαρὺς φθόγγος διικνεῖται πέριξ, ὁ δὲ ὀξὺς πρόσω ἢ εἰς ὁ βιάζεται ὁ φθεγγόμενος.