# Concerning Odours 89.3

Theophrastus, Concerning Odours, Fragment 89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/concerning-odours/89.3

Ἀλλʼ εἰ μηδὲν ἀλλʼ ἢ ἀριθμὸς, πᾶν ἀριθμητὸν μετέχοι ἂν καὶ μέλους ὅσον καὶ ἀριθμοῦ. Εἰ δ' ὡς τῷ χρώματι συμβέβηκε τὸ πλῆθος ἄλλῳ ὄντι, καὶ τοῖς φθόγγοις, ἔστι τι ἄλλο φθόγγος καὶ ἄλλο τὸ περὶ αὐτὸν πλῆθος. Ἀλλʼ εἰ ἄλλο τι φθόγγος ὁ ἀκουστὸς καὶ ὁ βαρύτερος καὶ ὁ ὀξύτερος, διαφέρουσιν ἀλλήλων ἢ ὡς φθόγγοι ἢ ὡς τὸ πλήθει. Εἰ μὲν ὡς τὸ πλήθει, καί ἐστιν ὁ ὀξύτερος τοιοῦτος τῷ πλείονας ἀριθμοὺς κεκινῆσθαι καὶ ὁ βαρύτερος τῷ ἐλάττους, τί ἄλλο τὸ ἴδιον τῆς φωνῆς ἂν εἴη; πᾶσα γὰρ ἀντιληπτικὴ ἢ κατὰ τὸ ὀξὺ ἢ κατὰ τὸ βαρύ ἐστι· πᾶσα γὰρ φωνή ἐστιν ἧς μὲν ὀξυτέρα ἧς δὲ βαρυτέρα, ὥστε ἧς μὲν ἔλαττον τὸ πλῆθος ἧς δὲ πλεῖον, ὥστε ἀριθμός· οὗ αἰρομένου τί τὸ ἀπολειπόμενον εἴη ἄλλο τι καθὸ φωνή; ἡ φωνὴ δὲ ὀξυτέρα τινὸς ἢ βαρυτέρα ἐστίν· ἔχει τὸ ποσὸν ἡ φωνή· εἰ δὲ ἄλλο τι οὐκ ἔτι ἔσται φωνή τις.

---

Theophrastus, Concerning Odours, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg010.local011/.
