Ancient Greek · ~2 min
Book 2, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 2.1.1
Not analysed yet
Περὶ δὲ τὰς βλαστήσεις καὶ καρποτοκίας τῶν δένδρων καὶ ἁπλῶς τῶν φυτῶν ὅσα μὴ πρότερον εἴρηται πειρατέον ὁμοίως ἀποδοῦναι διαιροῦντες χωρὶς ἕκαστα τά τε κατὰ τὰς ἐνιαυσίους ὥρας γινόμενα καὶ ὅσα κατὰ τὰς γεωργικὰς θεραπείας. Δύο γὰρ δὴ μέρη ταῦτ' ἐστὶ, τὸ μὲν ὥσπερ φυσικὸν καὶ αὐτόματον τὸ δὲ τέχνης καὶ παρασκευῆς δεόμενον εἰς τὸ εἶναι· ὁ λόγος δ' ἀμφοῖν ἐστιν οὐχ ὁ αὐτὸς ἀλλ' ὁ μὲν οἷον φυσικὸς ὁ δὲ ἐπινοητικός· οὔτε γὰρ ἡ φύσις οὐθὲν (ποιεῖ) μάτην ἥ τε διάνοια βοηθεῖν θέλει τῇ φύσει. Ἐπεὶ δὲ πρότερα τὰ τῆς φύσεως ὑπὲρ τούτων καὶ ῥητέον πρότερον.