Ancient Greek · ~2 min
Book 2, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 2.11.2
Not analysed yet
Καί ποτε μᾶλλον δὲ πολλάκις ὑπερκαρπήσαντα τὰ δένδρα δι' ἀσθένειαν ἀφαυάνθη καὶ μάλιστα τοῦθ' αἱ ἄμπελοι πάσχουσι καὶ τἆλλα δὲ τὰ πολύκαρπα διὰ τὸ ἐξανηλῶσθαι τὴν φύσιν εἰς τοὺς καρποὺς (ὃ) καὶ τοῖς σιτηροῖς σπέρμασι καὶ ὅλως τοῖς ἐπετείοις συμβαίνει, δι' ὃ καὶ ἐπέτεια· συνεξαυαίνονται γὰρ εὐθὺς αἱ ῥίζαι τελειουμένων τῶν καρπῶν διὰ τὰς αὐτὰς ἀνάγκας ἐκδιδομένης πάσης τῆς φύσεως. Τὰ δὲ δένδρα παραχρῆμα μὲν ἢ οὐ πάσχει τοῦτο ἢ οὐ φανερὰ γίνεται περιϊσταμένης δὲ τῆς ὥρας ἐξεδήλωσεν. Ἐὰν δέ τι καὶ ἐπιγένηται τοιοῦτον ἐκ τοῦ ἀέρος ὥστε πιέσαι καὶ κακῶσαι καὶ θᾶττον.