# De causis plantarum (lib. 2-6) 2.11.3

Theophrastus, De causis plantarum (lib. 2-6), Book 2, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/2.11.3

Οὐ μόνον (δ') οὕτω τὰ ὑπερκαρπήσαντα ἀλλὰ καὶ τὰ πολυκαρπήσαντα πονεῖ πολλάκις δὲ καὶ φθείρεται· κενωθὲν γὰρ ἅπαν ἀσθενὲς ἐν ἀσθενεῖ δὲ καὶ τὸ μὴ ἰσχυρόν· διὰ τοῦτο καὶ τὰ γεωργούμενα τῶν ἀγεωργήτων θᾶττον γηράσκει καὶ τὰ βελτίω τῶν χειρόνων καὶ τὰ ἥμερα ὅλως τῶν ἀγρίων· καίτοι τάχ' ἂν δόξειεν ἄτοπον εἰ τὰ μᾶλλον τυγχάνοντα θεραπείας· ἀλλ' ἡ θεραπεία πρὸς καρπογονίαν οὐ πρὸς ἰσχύν· αὕτη δὲ ἀναιρεῖ, τὸ δὲ μακρόβιον ἐν τῷ ἰσχύειν, ἰσχυρὸν δὲ τὸ πυκνὸν καὶ στέριφον. Ὅθεν καὶ Θάσιοι τὰς γεωργίας ἀπομισθοῦντες οὐ φροντίζουσι τῶν ἄλλων ἐτῶν ἀλλὰ καὶ βούλονται κακουργεῖν ὑπὲρ δὲ τοῦ τελευταίου συγγράφονται πρὸς τὴν αὐτῶν κατάληψιν.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
