Ancient Greek · ~3 min
Book 2, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 2.11.4
Not analysed yet
Συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν ζώων· καὶ γὰρ τὰ ὅλως εὔτοκα βραχύβια καὶ τὰ ὑπερτοκήσαντα πολλάκις ἀπόλλυται καὶ μάλιστα εἴ τι ἀεὶ ὡς τῶν γε συνανθρωπευομένων αἱ ὄρνιθες· αὕτη τε δὴ βραχυβιότητος αἰτία καὶ ἡ ἐναντία δῆλον ὅτι μακροβιότητος ὥσπερ εἴρηται. Καὶ ὅσα δι' ἀσθένειαν εὔφθαρτα, μὴ πάντως ὄντα πολύκαρπα ἀλλ' ἔνια καὶ ἄκαρπα καθάπερ ἐν τοῖς ἐπετείοις [ὡς] ἡ σικύα περὶ ἧς καὶ πρότερον ἐλέχθη· ταῦτα γὰρ οὐδ' εἰς τελείωσιν ἀφικνεῖσθαι δύνανται τῆς φύσεως. Ἔνια δὲ καὶ τῶν δένδρων εὔφθαρτα διὰ μανότητα καὶ ἀσθένειαν οὐκ ὄντα πολύκαρπα καθάπερ ἡ δάφνη· ταύτης γάρ ἐστιν ἣ καὶ ἄκαρπος ὅλως ἡ βρυοφόρος.