Ancient Greek · ~2 min
Book 2, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 2.13.2
Not analysed yet
Οὐ μὴν ἀλλὰ καὶ ἐνταῦθα γίνεται καὶ μάλιστα ἐκδήλως κατὰ τὰ χρώματα καὶ τὰ μεγέθη καὶ τοὺς χυλούς· χρώματα μὲν οἷον τὰ σπέρματα· λευκὰ γὰρ ἐκ μελάνων καὶ μέλανα ἐκ λευκῶν μεταβάλλει· χυλοὺς δὲ καὶ οἱ καρποὶ, τὸ δὲ ἐκ τῶν χρωμάτων ἢ οὐκ ἐμφανὲς ἢ οὐχ ὁμοίως συμβαίνει, πλὴν ἐὰν ὅλον μεταστῇ τὸ δένδρον, ὥστε ἐκ μέλανος γενέσθαι λευκὸν ὅπερ ἐνίοτε συμβαίνει τοῖς ἐκ σπέρματος φυομένοις.