Ancient Greek · ~2 min
Book 2, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 2.13.4
Not analysed yet
Ἀτοπώτατον δὲ καὶ θαυμάζεται μάλιστα ἐπὶ τῶν δένδρων ἡ εἰς τὸ βέλτιον μεταβολὴ καθάπερ ἐν Αἰγύπτῳ τε καὶ ἔτι μᾶλλον ἐν Κιλικίᾳ τῶν ῥοῶν ἔτι δ' ἡ τῆς μυρρίνης περὶ Αἴγυπτον εὐωδία· τὰς γὰρ ἐπὶ τὸ χεῖρον καὶ πολλὰς ὁρῶμεν καὶ πανταχοῦ δι' ὃ καὶ [οὐ] θαυμάζομεν. Ἔστιν οὖν δῆλον ὅτι καὶ τὸ ἐπὶ τῶν σπερμάτων συμβαῖνον ὅταν εἰς τὸ βέλτιον ᾖ σχεδὸν ὅμοιον· ἐν τούτῳ γὰρ ἡ διαφορὰ τῷ τὸ μὲν ἀεὶ τοιοῦτο μένειν ὅταν φυτευθῇ, τὸ δ' ἄλλο καὶ ἄλλο μεταβάλλειν· ἐπεὶ τό γε γινόμενον ταὐτό· παραιρεῖται γὰρ ἀεί (τι) τῆς φύσεως ἐπικρατοῦν ὡσαύτως ἀμφοῖν.