# De causis plantarum (lib. 2-6) 2.14.1

Theophrastus, De causis plantarum (lib. 2-6), Book 2, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/de-causis-plantarum-lib-2-6/2.14.1

Ὅμοιον γοῦν τούτῳ καὶ παραπλήσιον φαίνεται καὶ ὅσα διὰ τῆς θεραπείας ἀλλοιοῦται πρῶτον μὲν καὶ καθόλου πᾶσιν εἰπεῖν ἡμερούμενα δεύτερον δὲ ἐν αὐτῷ τῷ τόπῳ. Βελτίω δὲ καὶ χαίρει γεωργούμενα ... καὶ γὰρ τοὺς πυρῆνας ὥσπερ εἴπομεν ἐλάττους ἔχει αὐτὰ δὲ βελτίονά ἐστι. Ἡ δὲ πολυϋδρία γλυκαίνει τε τὰς ῥόας καὶ μαλακωτέρας ποιεῖ· δεῖται γὰρ ἡ στρυφνότης τοιαύτης καὶ ἡ σκληρότης ἐπικουρίας· καὶ γὰρ τὸ ἐνδεὲς δεῖται βοηθείας. Ἄμεινον γὰρ δὴ τοῦτο διχῶς ἢ πρόσθεσίν τινα λαμβάνον ἢ ἀφαιρέσεως θατέρου γενομένης· καθάπερ καὶ ἐπὶ τῶν ἀμυγδαλῶν ἐλέχθη τῶν κολαζομένων καὶ περιαιρουμένων τὰς ῥίζας καὶ ἐπὶ τῶν συκῶν τῶν κατασχαζομένων· ἀφαιρεθέντος γὰρ τοῦ πλήθους τῆς τροφῆς ἰσχύει μᾶλλον τὸ σύμφυτον θερμὸν εἰς τὸ κατάλοιπον.

---

Theophrastus Phil., De causis plantarum (lib. 2-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg014.local001/.
