Ancient Greek · ~3 min
Book 2, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 2.17.3
Not analysed yet
Ἀλλὰ τοῦτο μὲν ὁποτέρως ποτ' ἔχει πρὸς τὸ νῦν ἀπορούμενον οὐθὲν διαφέρει. Τὸ δὲ μὴ φύεσθαι χαμαὶ μηδαμῶς ἄτοπον ἄλλως τε καὶ οὕτω πολὺν καὶ ἰσχυρὸν ἔχουσαν καρπόν. Εἰ δὲ καὶ σπέρματα [τὰ] τοιαῦτά ἐστιν οἷον τὸ περὶ Βαβυλῶνα τῇ ἀκάνθῃ περὶ τὸ ἄστρον ἐπισπειρόμενόν φασιν αὐθημερὸν ἀναβλαστάνειν καὶ ταχὺ περιλαμβάνειν καὶ τὴν ἄκανθαν, ἔτι δὲ τὸ συριακὸν βοτάνιον ὁ καλούμενος καδύτας καὶ δένδροις καὶ ἀκάνθαις ἐμφύεται καὶ ἄλλοις τισὶ, τῇ μὲν ἔλαττον (ἂν) εἴη τῇ δὲ πλεῖον τὸ θαυμαστόν· ἀμφότερα γὰρ ποιεῖ τὸ πλῆθος ἐν τοῖς παραδόξοις ὁτὲ μὲν ὡς πεφυκὸς οὕτω μὴ θαυμάζειν ὁτὲ δὲ μᾶλλον θαυμάζειν διὰ τὸ πλῆθος.