Ancient Greek · ~3 min
Book 2, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 2.18.2
Not analysed yet
Οἴεσθαι γὰρ χρὴ τοιαῦτα καὶ ἐν τοῖς αὐτομάτοις τῆς φύσεως ὑπάρχειν ἄλλως τε καὶ εἰ ἡ τέχνη μιμεῖται τὴν φύσιν. Ἔτι δὲ ὅσα πρόσδενδρα καὶ περιαλλόκαυλα τυγχάνει· ταῦτα γὰρ τὸ πρὸς ἑτέρῳ διώκει καθάπερ ὅ τε κίττος καὶ ἡ σμῖλαξ καὶ ἡ σικύα καὶ ἄλλ' ἄττα καὶ τῶν ἐλαττόνων ἕρπυλλος, ἰασιώνη· πάντα γὰρ ταῦτα ζῇ πρὸς ἑτέρῳ, μὴ ἔχοντα δὲ χαμαίκαυλα γίνεται πλὴν ὅσα καὶ δενδροῦσθαι πέφυκε καθάπερ ὁ κιττός. Ἔστι δὴ καὶ (ἡ) ἄμπελος τοιοῦτον· οὐ γὰρ ἂν δύναιτο φέρειν τὰ κλήματα καὶ τὴν βλάστησιν ἢ οὐχ ὁμοίως καλὰ μὴ ἔχουσα τὸ ὑπερεῖσον, ἀλλὰ καὶ τὴν ἕλικα δοκεῖ τούτου χάριν ἔχειν ὅπως εὐθὺς ἀντίληψις γένηται καὶ οἷον δεσμὸς ὥσπερ ὁ κιττὸς τὰ ῥιζία τὰ ἐκ τῶν βλαστῶν.