Ancient Greek · ~3 min
Book 2, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 2.18.4
Not analysed yet
Οὐ χαλεπὸν δ' ἴσως οὐδὲ ἐν ἄλλοις καὶ πλείοσι λαβεῖν τὰς βλάβας· πολλῷ γὰρ πλείους εἰσὶ τῶν ὠφελίμων ὥσπερ καὶ τοῖς ζώοις· ἐπεὶ καὶ ταῖς ὀσμαῖς ἔνια βλάπτεται καθάπερ ἡ ἄμπελος τῇ τῆς δάφνης καὶ τῇ τῆς ῥαφάνου καὶ τοῦτο εὐθὺς ἐκδηλοῖ κατὰ τὴν βλάστησιν. Ὅταν γὰρ πλησίον ᾖ τῆς ῥαφάνου καὶ τῆς δάφνης ὁ βλαστὸς ἀποστρέφεται τὸ ἄκρον αὐτοῦ καὶ ὥσπερ ἀνακάμπτει διὰ δριμύτητα τῆς ὀσμῆς· ὀσφραντικὸν γὰρ ἡ ἄμπελος ὥσπερ καὶ ὁ οἶνος δεινὸς ἑλκύσαι τὰς ἐκ τῶν προκειμένων ὀσμὰς καὶ μᾶλλον καὶ θᾶττον ὁ κατεσταμνισμένος διὰ τὴν ὀλιγότητα καὶ τὸ γυμνόν. Ἀλλὰ τὸ μὲν τοιοῦτον γένος ῥᾴδιον ἐν πολλοῖς ὥσπερ ἐλέχθη συνιδεῖν.