Ancient Greek · ~3 min
Book 2, Chapter 19
Theophrastus, De causis plantarum (lib. 2-6) 2.19.2
Not analysed yet
Ἐπὶ δ' οὖν τῶν εἰρημένων ἡ μὲν τῶν φύλλων στροφὴ γίνεται διὰ τὸ περὶ τοῦτον τὸν καιρὸν μάλιστά πως (τὰ) ἀεί(φυλλα) φυλλορροεῖν. Ἡ δ' αἰτία πρότερον εἴρηται περὶ πάντων τούτων. Γινομένης οὖν τῆς φυλλορροίας ἀνάγκη μάλιστα πάσχειν τι τὰ φύλλα καὶ τὰ μὲν ἀσθενῆ καὶ ὥσπερ γεγηρακότα καταξηρανθέντα πίπτειν τὰ δ' ἄλλα τὴν ἐπιστροφὴν μόνον λαμβάνειν. Ἅπασι μὲν οὖν τοῦτο συμβαίνει ἢ μᾶλλον ἢ ἧττον ἔνδηλον δὲ μάλιστα ἐπὶ τούτων ὅτι μεγίστη διαφορὰ τῶν χρωμάτων τοῖς πρανέσι πρὸς τὰ ὕπτια· τὰ μὲν (γὰρ) χλωρὰ τὰ δὲ ὑγρὰ καὶ ὑδατώδη· μᾶλλον δ' ἐπὶ τῆς φιλύρας· μείζω γὰρ καὶ κάτω λευκότερα δι' ὃ ἀνόμοια ὡς καὶ ἐπὶ τῆς λεύκης.