Ancient Greek · ~2 min
Book 2, Chapter 19
Theophrastus, De causis plantarum (lib. 2-6) 2.19.4
Not analysed yet
Τὰ δὲ πλέον καταδυόμενα καὶ ὑπερίσχοντα δῆλον ὅτι ψυχρότερα καὶ ἀσθενέστερα δι' ὃ μᾶλλον συμπάσχει ταῖς μεταβολαῖς. Ἡ δὲ αἴσθησις οὕτως ὀξεῖα γινομένη τοῖς καθ' ὕδατος οὐκ ἄλογος ἄλλως τε καὶ ἐν τόποις θερμοῖς καὶ ἐμπύροις. Ἐπεὶ καὶ ἐν τοῖς μὴ τοιούτοις αἱ διαδόσεις ταχεῖαι πάντων ἀπὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων. Φαίνεται γοῦν συμπάσχειν οὐ μόνον τὰ ἐπὶ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς ὕδατα τροπαῖς τε καὶ ἐπιτολαῖς· ἐπ' ἐνίων δὲ ἄστρων καὶ αὐτὴ ἡ γῆ καὶ ἡ θάλαττα μεταβάλλει.