Ancient Greek · ~2 min
Book 2, Chapter 2
Theophrastus, De causis plantarum (lib. 2-6) 2.2.4
Not analysed yet
Δι' ὃ καὶ τὰ ἐπιγινόμενα πνεύματα ὠφελεῖ καὶ μάλιστ' ἐὰν ᾖ βόρεια· περιαιρεῖ γὰρ ταῦτα καὶ ἀπόλαυσιν ποιεῖ πλείω, ἔτι δὲ ἀφαιρεῖ τὸ περιττὸν καὶ ἀποξηραίνει καὶ οὐκ ἐᾷ προσκαθήμενον διυγραίνειν οὐδ' ὑπὸ τοῦ ἡλίου συνεψόμενον λυμαίνεσθαι. Διὰ ταῦτα γὰρ καὶ τὰ παραπλήσια καὶ τὰ νυκτερινὰ βελτίω τῶν ἡμερινῶν· ἀπόλαυσίς τε γὰρ γίνεται πλείων μὴ εὐθὺς ἀφαιρουμένου τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀκινδυνότερα.