Ancient Greek
Book 2, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 2.3.3
Not analysed yet
Ὡς δὲ τὸ σύνολον εἰπεῖν εὔπνουν εἶναι χρὴ τὸν τόπον· ἕτερος δ' ὁ εὔπνους καὶ ὅλως ὁ προσήνεμος ἀναυξής. Σχεδὸν δ' ὁμολογουμένη τις καὶ ἡ τοῦ ἀέρος διάθεσίς ἐστι τούτοις· ὁ γὰρ εὐκραὴς ἀὴρ ὡς ἁπλῶς εἰπεῖν ἄριστος τοῖς δένδροις εὐβλαστὴς ὢν καὶ εὔκαρπος, οἱ δὲ περισκελεῖς ἐφ' ἑκάτερα διαφθείρουσιν οἱ μὲν τοὺς καρποὺς οἱ δ' ὅλως καὶ τὰ δένδρα πλὴν ὅσα πέφυκεν οἰκεῖα τούτοις· ἔνια γὰρ δὴ ταῖς ὑπερβολαῖς χαίρει καὶ τὰ μέν ἐστι φιλόθερμα καθάπερ φοῖνιξ, τὰ δὲ φιλόψυχρα μᾶλλον ὥσπερ ὁ κιττὸς καὶ ἡ ἐλάτη· ταῦτα γὰρ ὅλως ἐν τοῖς ἐμπύροις οὐ φύεται, χαλεπῶς δὲ καὶ πύξος καὶ φιλύρα καθάπερ ἐν ταῖς ἱστορίαις εἴπομεν.