Ancient Greek · ~2 min
Book 2, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 2.4.7
Not analysed yet
Οὗτος μὲν οὖν καθόλου τις διορισμός. Διαφοραὶ δὲ πολλαὶ καὶ τῆς γῆς καὶ τῶν δένδρων, ὥσπερ καὶ τῶν ἀμπέλων ταῖς μὲν ἡ πεδεινὴ ταῖς δ' ἡ ὀρείνη μᾶλλον ἁρμόττει καὶ ἐν αὐταῖς ταύταις αἱ τοιαίδε ταῖς τοιαῖσδε· μικραὶ δὲ παραλλαγαὶ φαινόμεναι μεγάλας ποιοῦσι ῥοπὰς εἰς τὴν φύσιν. Τὸ δ' ἁπλοῦν ῥᾴδιον εἰπεῖν ὥσπερ καὶ κελεύουσι τὰ μὲν στερεὰ καὶ πυκνὰ (ἐν τοῖς ξηροῖς καὶ πυκνοῖς) φυτεύειν, τὰ δ' ἀραιὰ καὶ ὑγρὰ ἐν τοῖς μαλακωτέροις καὶ ἐφυγροτέροις· ἑκατέροις γὰρ οὕτως αἱ τροφαὶ [δὲ] δῆλον ὅτι σύμμετροι, τοῖς μὲν πολλῆς δεομένοις τοῖς δ' ὀλίγης.