Ancient Greek · ~3 min
Book 2, Chapter 5
Theophrastus, De causis plantarum (lib. 2-6) 2.5.3
Not analysed yet
Τὰ δ' ἁλυκὰ τῶν ὑδάτων τρέφει μὲν καὶ τὰ ἔγγεια χεῖρον δὲ τῶν γλυκέων, ἀναυξῆ γὰρ ποιεῖ καὶ ἐπικάει· τὸ δ' ἀλυπότερα τοῖς δένδροις ἢ τοῖς λαχανώδεσιν ἢ ὅλως τοῖς ἐπετείοις εἶναι καθάπερ τινές φασιν οὐκ ἄλογον ὅσῳπερ ἰσχυρότερα· τάχα γὰρ καί τισι πρόσφορον τὸ ὅλον ὥσπερ τοῖς φοίνιξιν εἴπερ καὶ οἱ ἅλες παραβαλλόμενοι· παραπλήσιος γὰρ ἢ ὁ αὐτὸς χυλός. Οὐ μὴν ἀλλὰ καὶ τῶν λαχανωδῶν ἐστί τισι τὰ ἁλυκὰ πρόσφορα καθάπερ ῥαφάνῳ, τευτλίῳ, πηγάνῳ, εὐζώμῳ· βελτίω γὰρ γίνεται τοῖς ἁλυκοῖς ἀρδόμενα ταῦτα, δι' ὃ πρός γε τὴν ῥάφανον νίτρον τινὲς παραμιγνύουσιν ἐν τῷ βρέχειν ὥσπερ οἱ ἐν Αἰγύπτῳ καὶ γίνεται πολλῷ γλυκυτέρα καὶ ἁπαλωτέρα καθάπερ καὶ ἡ ἑψομένη.